THE HOMERIC HYMNS
ἷξες δ᾽ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων, οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. 280 ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων ἵκεο δ᾽ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα, κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν πέτρη ἐπικρέμαται, κοίλη δ᾽ ὑποδέδρομε βῆσσα, τρηχεῖ᾽· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων 285 νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον: Ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, 290 ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι· τοῖσιν δ᾽ ἄρ᾽ ἐγὼ νημερτέα βουλὴν πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ᾽ αὐτοῖς 295 λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης, υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν· ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾽ ἀνθρώπων ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί. Ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν 300 κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο, ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς, πολλὰ δὲ μῆλα ταναύποδ᾽, ἐπεὶ πέλε πῆμα δαφοινόν. καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης 305 δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν· ὅν ποτ᾽ ἄρ᾽ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
344