THE HOMERIC HYMNS
Ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι πολλὰ μάλ᾽ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον 435 ἀμφαγαπαζόμεναι· ἀχέων δ᾽ ἀπεπαύετο θυμός. γηθοσύνας δ᾽ ἐδέχοντο παρ᾽ ἀλλήλων ἔδιδόν τε. τῇσιν δ᾽ ἐγγύθεν ἦλθ᾽ Ἑκάτη λιπαροκρήδεμνος· πολλὰ δ᾽ ἄρ᾽ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν· ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ᾽ ἄνασσα. 440 Ταῖς δὲ μέτ᾽ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς δωσέμεν, ἅς κεν ἕλοιτο μετ᾽ ἀθανάτοισι θεοῖσι· νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο 445 τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν. ὣς ἔφατ᾽· οὐδ᾽ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων. ἐσσυμένως δ᾽ ἤιξε κατ᾽ Οὐλύμποιο καρήνων, ἐς δ᾽ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης 450 τὸ πρίν, ἀτὰρ τότε γ᾽ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον ἑστήκει πανάφυλλον· ἔκευθε δ᾽ ἄρα κρῖ λευκὸν μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν ἦρος ἀεξομένοιο, πέδῳ δ᾽ ἄρα πίονες ὄγμοι 455 βρισέμεν ἀσταχύων, τὰ δ᾽ ἐν ἐλλεδανοῖσι δεδέσθαι. ἔνθ᾽ ἐπέβη πρώτιστον ἀπ᾽ αἰθέρος ἀτρυγέτοιο· ἀσπασίως δ᾽ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ. τὴν δ᾽ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος· Δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς 460 ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
320