THE HOMERIC HYMNS
Τὴν δ᾽ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· 405 τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα· εὖτέ μοι Ἑρμῆς ἦλθ᾽ ἐριούνιος ἄγγελος ὠκὺς πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, 410 αὐτίκ᾽ ἐγὼν ἀνόρουσ᾽ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ᾽ ἐδωδήν, ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. ὡς δέ μ᾽ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, 415 ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. ἡμεῖς μὲν μάλα πᾶσαι ἀν᾽ ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις 420 Χρυσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τ᾽ Ἀδμήτη τε καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ᾽ ἐρατεινὴ Παλλάς τ᾽ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, παίζομεν ἠδ᾽ ἄνθεα δρέπομεν χείρεσσ᾽ ἐρόεντα, 425 μίγδα κρόκον τ᾽ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθον καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, νάρκισσόν θ᾽, ὃν ἔφυσ᾽ ὥς περ κρόκον εὐρεῖα χθών. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δ᾽ ἔνερθε χώρησεν· τῇ δ᾽ ἔκθορ᾽ ἄναξ κρατερὸς Πολυδέγμων· 430 βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι πόλλ᾽ ἀεκαζομένην· ἐβόησα δ᾽ ἄρ᾽ ὄρθια φωνῇ. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ᾽ ἀγορεύω.
318