THE HOMERIC HYMNS
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς 350 ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον, φθῖσαι φῦλ᾽ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, σπέρμ᾽ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς ἀθανάτων· ἣ δ᾽ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι μίσγεται, ἀλλ᾽ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ 355 ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. Ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδ᾽ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς· ἐσσυμένως δ᾽ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· Ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον 360 ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ᾽ ἀκοίτης, αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ᾽ ἐοῦσα δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, 365 τιμὰς δὲ σχήσησθα μετ᾽ ἀθανάτοισι μεγίστας. τῶν δ᾽ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες. Ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, 370 καρπαλίμως δ᾽ ἀνόρουσ᾽ ὑπὸ χάρματος· αὐτὰρ ὅ γ᾽ αὐτὸς ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα αὖθι παρ᾽ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν 375 ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
314