THE HOMERIC HYMNS
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. ὥρῃσιν δ᾽ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν 265 παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ᾽ ἤματα πάντα. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον ἀθανάτοις θνητοῖς τ᾽ ὄνεαρ καὶ χάρμα τέτυκται. ἀλλ᾽ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ᾽ αὐτῷ 270 τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. ὄργια δ᾽ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε. Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε 275 γῆρας ἀπωσαμένη· περί τ᾽ ἀμφί τε κάλλος ἄητο· ὀδμὴ δ᾽ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, αὐγῆς δ᾽ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· 280 βῆ δὲ διὲκ μεγάρων· τῆς δ᾽ αὐτίκα γούνατ᾽ ἔλυντο, δηρὸν δ᾽ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα 285 παῖδ᾽ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· ἣ δ᾽ ἄρα πῦρ ἀνέκαι᾽· ἣ δ᾽ ἔσσυτο πόσσ᾽ ἁπαλοῖσι μητέρ᾽ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα ἀμφαγαπαζόμεναι· τοῦ δ᾽ οὐ μειλίσσετο θυμός· 290 χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
308