THE HOMERIC HYMNS
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. Ἁρπάξας δ᾽ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγ᾽ ὀλοφυρομένην· ἰάχησε δ᾽ ἄρ᾽ ὄρθια φωνῇ, 20 κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων ἤκουσεν φωνῆς, οὐδ᾽ ἀγλαόκαρποι ἐλαῖαι† εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, 25 Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. τὴν δ᾽ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι 30 πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. Ὂφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα αὐγάς τ᾽ ἠελίου, ἔτι δ᾽ ἤλπετο μητέρα κεδνὴν 35 ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· * * * * ἤχησαν δ᾽ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου φωνῇ ὑπ᾽ ἀθανάτῃ· τῆς δ᾽ ἔκλυε πότνια μήτηρ. Ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις 40 ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
290