HESIOD
{| align="center"
|-
|
68.
Μνᾶτο Φιλοκτή]της ἀγὸς ἀνδρῶν [αἰχμ]ητάων
. . . . ]ης, πάντων ἀριδε[ίκετ]ος ἀνδρῶν
τοξάζεσθαι ἑκ]ας τε καὶ ἔγχεϊ ὀξ[υόε]ντι.
βῆ δ' ἐς Τυνδαρέ]ου λιπαρἠν πόλι[ν ε]ἴνεκα κούρης
Ἀργεΐδης ἢ εἶ]δος ἔχεν χρυσέης Ἀφ[ροδί]της 5
τὴν δ' . . . ἔτεκε]ν Χαρίτων ἀμαρ[ύγμ]ατ' ἔχουσαν
Ζηνὸς ἐν ἀγκοίνῃς καὶ Τυνδάρεω βασ[ιλῆ]ος
μιχθεῖσ' ἐν λαμπ]ροῖσι δόμοις [κούρη] κυανῶπις
Ὠκεανοῦ θυγάτηρ] μέγ' ἐ[πήρατον εἶδος ἔχουσα
. 10
****
τοσσαύτας δὲ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
πάσας χρυσείας φιάλας ἐν χερσὶν ἐχούσας.
καί νύ κε δὴ Κάστωρ τε καὶ ὁ κρατερὸς Πολυδεύκης
γαμβρὸν ποιήσαντο κατὰ κράτος· ἀλλ' Ἀγαμέμνων
γαμβρὸς ἐὠν ἐμνᾶτο κασιγνήτῳ Μενελάῳ. 15
Υἱὼ δ' Ἀμφιαράου Ὀικλείδαο ἄνακτος
ἐξ] Ἀε[γ]εος ἐμνῶντο μά[λ' ἐγ]γύθεν· ἀλλ' ἄρα καὶ τοὺς
βλάψ]ε θεῶν [αἴδως μακάρων νέ]μεσίς τ' ἀ[νθρώπων
****
ἀλλ' οὐκ ἦν ἀπάτης ἔργον παρὰ Τυνδαρίδῃσιν. 20
|}
192